Στα τέλη του 5ου αιώνα π.Χ. κυρίαρχη στον Ελλαδικό χώρο ήταν η Πελοποννησιακή συμμαχία με κύριους ισχυρότερους εταίρους της την Σπάρτη του Βασιλιά Κλεομένη Α΄ και την…
Κόρινθο. Η ισχυρότερη πόλη εκτός της συμμαχίας αυτής ήταν το Άργος, ο μεγάλος ανταγωνιστής της Σπάρτης για πάνω από 2 αιώνες. Το 495 π.Χ. περίπου ο Κλεομένης αποφάσισε να επιτεθεί κατά του Άργους μετά από σχετικούς θετικούς χρησμούς που έλαβε από το μαντείο των Δελφών. Μετέφερε με πλοία το άνθος των Σπαρτιατών οπλιτών στο Ναύπλιο και από εκεί βάδισε προς το Άργος. Στην θέση Σήπεια νίκησε τους Αργίτες με ένα τέχνασμα και σκότωσε πολλούς.

Όσοι Αργίτες σώθηκαν κατέφυγαν στο ιερό άλσος του Άργους ώστε να προστατευθούν από το ιερό άσυλο. Ο Κλεομένης έχοντας αιχμαλώτους και αυτομόλους Αργίτες έμαθε τα ονόματα όσων είχαν καταφύγει στο ιερό και τους καλούσε ονομαστικά να βγουν δήθεν γιατί οι οικείοι τους είχαν πληρώσει λύτρα και είχαν εξαγοράσει την ζωή τους. Με αυτό τον τρόπο απέκτεινε πολλούς ακόμη. Λίγες μέρες μετά έβαλε φωτιά στο άλσος και σκότωσε και τους υπόλοιπους. Οι πληροφορίες του Ηροδότου και του Πλουτάρχου αναφέρουν 7000 νεκρούς, αλλά θεωρούνται υπερβολικές.

Το Άργος ήταν πλέον σχεδόν αφρούρητο αφού η συντριπτική πλειοψηφία του πληθυσμού της πόλης είχε σκοτωθεί. Ο Κλεομένης αφού έστειλε τους οπλίτες της Σπάρτης πίσω στην πατρίδα τους και κράτησε μόνο τους χίλιους εκλεκτότερους, αποφάσισε να βαδίσει και να καταλάβει την ανοχύρωτη πόλη. Στο Άργος είχαν φτάσει τα νέα από την μεγάλη καταστροφή και όλοι βρίσκονταν σε απελπισία.

Ανάμεσα στις γυναίκες του Άργους βρισκόταν στην ακμή της ηλικίας της η ξακουστή ποιήτρια Τελέσιλλα. Η Τελέσιλλα ήταν λεπτοκαμωμένη και φιλάσθενη στη νεανική της ηλικία. Η ασθενική της φύση φαίνεται πως την ανάγκαζε να ζει απομονωμένη και κλεισμένη στον εαυτό της, χωρίς συναναστροφές και κοινωνικότητα, ώσπου αποφάσισε να απευθυνθεί στο Μαντείο για να μάθει για την εξέλιξη της υγείας της. Το «Μαντείο του Θεού» απάντησε στη μικρόσωμη και ασθενική Τελέσιλλα ότι θα βρει την υγεία και την επιτυχία της, εφόσον υπηρετήσει τις Μούσες. Η μαντική προσταγή «τας Μούσας θεραπεύειν» σε συνδυασμό με το έμφυτο ποιητικό της ταλέντο και την έφεσή της για τη μουσική έκαναν την Τελέσιλλα να αφοσιωθεί με πάθος στην ποίηση και τη μουσική, να βρει νόημα στη ζωή της και να κατακτήσει την πνευματική ομορφιά.


Στην κρίσιμη στιγμή για την πατρίδα της, η ποιήτρια Τελέσιλλα δημηγόρησε με θερμά λόγια πατριωτισμού στις γυναίκες της πόλης, καλώντας αυτές να πολεμήσουν και να θυσιαστούν για την ελευθερία των παιδιών τους και της πόλης τους. Ο λόγος της είχε θαυμαστό αποτέλεσμα. Όλες οι γυναίκες της πόλης φόρεσαν πανοπλίες και έζωσαν τα τείχη της πόλης σαν στεφάνι, έτοιμες να την υπερασπιστούν έναντι των οπλιτών του Κλεομένη. Ο Παυσανίας αναφέρει πως ο Κλεομένης αντικρύζοντας τις γυναίκες του Άργους, θεώρησε (ορθά) πως η εύκολη νίκη που θα ερχόταν δεν θα πρόσθετε δάφνες δόξας αλλά θα ατίμαζε τα Σπαρτιατικά όπλακαι και έτσι υποχώρησε. Ο Πλούταρχος από την άλλη

υποστηρίζει ότι έγινε κανονικά μάχη, όπου οι Σπαρτιάτες ηττήθηκαν και υποχώρησαν, κάτι που είναι εντελώς απίθανο.Όπως και να έχει η Τελέσιλλα και οι γυναίκες του Άργους έσωσαν την πόλη τους από σίγουρη καταστροφή επιδεικνύοντας θάρρος και ευψυχία σε μια εποχή που η θέση της γυναίκας ήταν υποτιμημένη και πάντως εντελώς ασύμβατη με τον πόλεμο.

Εις ανάμνησιν της θαυμαστής σωτηρίας της πόλης τους, οι Αργίτες καθιέρωσαν τη γιορτή των “Υβριστικών”. Στην γιορτή αυτή, οι γυναίκες του Άργους ντύνονταν με ανδρικά χιτώνια και χλαμύδες, ενώ οι άνδρες με γυναικεία πέπλα και ενδύματα. Οι Αργείοι σε ένδειξη ευγνωμοσύνης ανήγειραν προς τιμή της Τελέσιλλας μεγάλη στήλη στην οποία παριστάνονταν αυτή όρθια έχοντας στα πόδια της βιβλία και κρατώντας στα χέρια κράνος που παρατηρούσε έτοιμη να το φορέσει στο κεφάλι της. Η στήλη αυτή ήταν τοποθετημένη πάνω από το θέατρο του Άργους και μπροστά από το ιερό άγαλμα της θεάς Αφροδίτης. Η στήλη αυτή σώζονταν μέχρι το 170 μ.Χ. που την είδε ο Παυσανίας…

Ι. Β. Δ.

Πλούταρχος (“Γυναικών Αρεταί” )

Οὐδενὸς δ’ ἧττον ἔνδοξόν ἐστι τῶν κοινῇ διαπεπραγμένων γυναιξὶν ἔργων ὁ πρὸς Κλεομένη περὶ Ἄργους ἀγών, ὃν ἠγωνίσαντο Τελεσίλλης τῆς ποιητρίας προτρεψαμένης. ταύτην δέ φασιν οἰκίας οὖσαν ἐνδόξου τῷ δὲ σώματι

νοσηματικὴν εἰς θεοῦ πέμψαι περὶ ὑγιείας· 245D καὶ χρησθὲν αὐτῇ Μούσας θεραπεύειν, πειθομένην τῷ θεῷ καὶ ἐπιθεμένην ᾠδῇ καὶ ἁρμονίᾳ τοῦ τε πάθους ἀπαλλαγῆναι ταχὺ καὶ θαυμάζεσθαι διὰ ποιητικὴν ὑπὸ τῶν γυναικῶν.

ἐπεὶ δὲ Κλεομένης ὁ βασιλεὺς τῶν Σπαρτιατῶν πολλοὺς ἀποκτείνας (οὐ μήν, ὡς ἔνιοι μυθολογοῦσιν, ἑπτὰ καὶ ἑβδομήκοντα καὶ ἑπτακοσίους πρὸς ἑπτακισχιλίοις) ἐβάδιζε πρὸς τὴν πόλιν, ὁρμὴ καὶ τόλμα δαιμόνιος παρέστη ταῖς ἀκμαζούσαις τῶν γυναικῶν ἀμύνεσθαι τοὺς πολεμίους ὑπὲρ τῆς πατρίδος. ἡγουμένης δὲ τῆς Τελεσίλλης ὅπλα λαμβάνουσαι καὶ παρ’ ἔπαλξιν ἱστάμεναι κύκλῳ τὰ τείχη περιέστεψαν, 245E ὥστε θαυμάζειν τοὺς πολεμίους. τὸν μὲν οὖν Κλεομένη πολλῶν πεσόντων ἀπεκρούσαντο· τὸν δ’ ἕτερον βασιλέα Δημάρατον, ὡς Σωκράτης φησίν, ἐντὸς γενόμενον καὶ κατασχόντα τὸ Παμφυλιακὸν ἐξέωσαν.

οὕτω δὲ τῆς πόλεως περιγενομένης, τὰς μὲν πεσούσας ἐν τῇ μάχῃ τῶν γυναικῶν ἐπὶ τῆς ὁδοῦ τῆς Ἀργείας ἔθαψαν, ταῖς δὲ σωθείσαις ὑπόμνημα τῆς ἀριστείας ἔδοσαν ἱδρύσασθαι τὸν Ἐνυάλιον. τὴν δὲ μάχην οἱ μὲν ἑβδόμῃ λέγουσιν ἱσταμένου μηνός, οἱ δὲ νουμηνίᾳ γενέσθαι τοῦ νῦν μὲν τετάρτου, πάλαι δ’ Ἑρμαίου παρ’ Ἀργείοις, καθ’ ἣν μέχρι νῦν τὰ Ὑβριστικὰ τελοῦσι, γυναῖκας μὲν ἀνδρείοις χιτῶσι καὶ χλαμύσιν, 245F ἄνδρας δὲ πέπλοις γυναικῶν καὶ καλύπτραις ἀμφιεννύντες.

Ηροδοτος (6ο βιβλίο “Ερατώ” παράγραφοι 76-83)

76 1 Κλεομένεϊ γὰρ μαντευομένῳ ἐν Δελφοῖσι ἐχρήσθη Ἄργος αἱρήσειν· ἐπείτε δὲ Σπαρτιήτας ἄγων ἀπίκετο ἐπὶ ποταμὸν Ἐρασῖνον, ὃς λέγεται ῥέειν ἐκ τῆς Στυμφαλίδος λίμνης· τὴν γὰρ δὴ λίμνην ταύτην ἐς χάσμα ἀφανὲς ἐκδιδοῦσαν ἀναφαίνεσθαι ἐν Ἄργεϊ, τὸ ἐνθεῦτεν δὲ τὸ ὕδωρ ἤδη τοῦτο ὑπ᾽ Ἀργείων Ἐρασῖνον καλέεσθαι· ἀπικόμενος δ᾽ ὦν ὁ Κλεομένης ἐπὶ τὸν ποταμὸν τοῦτον ἐσφαγιάζετο αὐτῷ· 2 καὶ οὐ γὰρ ἐκαλλιέρεε οὐδαμῶς διαβαίνειν μιν, ἄγασθαι μὲν ἔφη

τοῦ Ἐρασίνου οὐ προδιδόντος τοὺς πολιήτας, Ἀργείους μέντοι οὐδ᾽ ὣς χαιρήσειν. μετὰ δὲ ταῦτα ἐξαναχωρήσας τὴν στρατιὴν κατήγαγε ἐς Θυρέην, σφαγιασάμενος δὲ τῇ θαλάσσῃ ταῦρον πλοίοισι σφέας ἤγαγε ἔς τε τὴν Τιρυνθίην χώρην καὶ Ναυπλίην.

77 1 Ἀργεῖοι δὲ ἐβοήθεον πυνθανόμενοι ταῦτα ἐπὶ θάλασσαν· ὡς δὲ ἀγχοῦ μὲν ἐγίνοντο τῆς Τίρυνθος, χώρῳ δὲ ἐν τούτῳ τῷ κεῖται Ἡσίπεια οὔνομα, μεταίχμιον οὐ μέγα ἀπολιπόντες ἵζοντο ἀντίοι τοῖσι Λακεδαιμονίοισι. ἐνθαῦτα δὴ οἱ Ἀργεῖοι τὴν μὲν ἐκ τοῦ φανεροῦ μάχην οὐκ ἐφοβέοντο, ἀλλὰ μὴ δόλῳ αἱρεθέωσι· 2 καὶ γὰρ δή σφι ἐς τοῦτο τὸ πρῆγμα εἶχε τὸ χρηστήριον τὸ ἐπίκοινα ἔχρησε ἡ Πυθίη τούτοισί τε καὶ Μιλησίοισι, λέγον ὧδε.

Ἀλλ᾽ ὅταν ἡ θήλεια τὸν ἄρσενα νικήσασα
ἐξελάσῃ καὶ κῦδος ἐν Ἀργείοισιν ἄρηται,
πολλὰς Ἀργείων ἀμφιδρυφέας τότε θήσει.
ὧς ποτέ τις ἐρέει καὶ ἐπεσσομένων ἀνθρώπων
“δεινὸς ὄφις τριέλικτος ἀπώλετο δουρὶ δαμασθείς”.
3 ταῦτα δὴ πάντα συνελθόντα τοῖσι Ἀργείοισι φόβον παρεῖχε. καὶ δή σφι πρὸς ταῦτα ἔδοξε τῷ κήρυκι τῶν πολεμίων χρᾶσθαι, δόξαν δέ σφι ἐποίεον τοιόνδε· ὅκως ὁ Σπαρτιήτης κῆρυξ προσημαίνοι τι Λακεδαιμονίοισι, ἐποίευν καὶ οἱ Ἀργεῖοι τὠυτὸ τοῦτο.

78 1 μαθὼν δὲ ὁ Κλεομένης ποιεῦντας τοὺς Ἀργείους ὁκοῖόν τι ὁ σφέτερος κῆρυξ σημήνειε, παραγγέλλει σφι, ὅταν σημήνῃ ὁ κῆρυξ ποιέεσθαι ἄριστον, τότε ἀναλαβόντας τὰ ὅπλα χωρέειν ἐς τοὺς Ἀργείους. 2 ταῦτα καὶ ἐγένετο ἐπιτελέα ἐκ τῶν Λακεδαιμονίων· ἄριστον γὰρ ποιευμένοισι τοῖσι Ἀργείοισι ἐκ τοῦ κηρύγματος ἐπεκέατο, καὶ πολλοὺς μὲν ἐφόνευσαν αὐτῶν, πολλῷ δέ τι πλεῦνας ἐς τὸ ἄλσος τοῦ Ἄργου καταφυγόντας περιιζόμενοι ἐφύλασσον.

79 1 ἐνθεῦτεν δὲ ὁ Κλεομένης ἐποίεε τοιόνδε. ἔχων αὐτομόλους ἄνδρας καὶ πυνθανόμενος τούτων, ἐξεκάλεε πέμπων κήρυκα ὀνομαστὶ λέγων τῶν Ἀργείων τοὺς ἐν τῷ ἱρῷ ἀπεργμένους, ἐξεκάλεε δὲ φὰς αὐτῶν ἔχειν τὰ ἄποινα. ἄποινα δὲ ἐστὶ Πελοποννησίοισι δύο μνέαι τεταγμέναι κατ᾽ ἄνδρα αἰχμάλωτον ἐκτίνειν. κατὰ πεντήκοντα δὴ ὦν τῶν Ἀργείων ὡς ἑκάστους ἐκκαλεύμενος ὁ Κλεομένης ἔκτεινε. 2 ταῦτα δέ κως γινόμενα ἐλελήθεε τοὺς λοιποὺς τοὺς ἐν τῷ τεμένεϊ· ἅτε γὰρ πυκνοῦ ἐόντος τοῦ ἄλσεος, οὐκ ὥρων οἱ ἐντὸς τοὺς ἐκτὸς ὅ τι ἔπρησσον, πρίν γε δὴ αὐτῶν τις ἀναβὰς ἐπὶ δένδρον κατεῖδε τὸ ποιεύμενον. οὔκων δὴ ἔτι καλεόμενοι ἐξήισαν.

801 ἐνθαῦτα δὴ ὁ Κλεομένης ἐκέλευε πάντα τινὰ τῶν εἱλωτέων περινέειν ὕλῃ τὸ ἄλσος, τῶν δὲ πειθομένων ἐνέπρησε τὸ ἄλσος. καιομένου δὲ ἤδη ἐπείρετο τῶν τινα αὐτομόλων τίνος εἴη θεῶν τὸ ἄλσος· ὁ δὲ ἔφη Ἄργου εἶναι. ὁ δὲ ὡς ἤκουσε, ἀναστενάξας μέγα εἶπε “ὦ Ἄπολλον χρηστήριε, ἦ μεγάλως με ἠπάτηκας φάμενος Ἄργος αἱρήσειν· συμβάλλομαι δ᾽ ἐξήκειν μοι τὸ χρηστήριον”.

81 1 μετὰ δὲ ταῦτα ὁ Κλεομένης τὴν μὲν πλέω στρατιὴν ἀπῆκε ἀπιέναι ἐς Σπάρτην, χιλίους δὲ αὐτὸς λαβὼν τοὺς ἀριστέας ἤιε ἐς τὸ Ἥραιον θύσων· βουλόμενον δὲ αὐτὸν θύειν ἐπὶ τοῦ βωμοῦ ὁ ἱρεὺς ἀπηγόρευε, φὰς οὐκ ὅσιον εἶναι ξείνῳ αὐτόθι θύειν. ὁ δὲ Κλεομένης τὸν ἱρέα ἐκέλευε τοὺς εἵλωτας ἀπὸ τοῦ βωμοῦ ἀπάγοντας μαστιγῶσαι, καὶ αὐτὸς ἔθυσε· ποιήσας δὲ ταῦτα ἀπήιε ἐς τὴν Σπάρτην.

82 1 νοστήσαντα δέ μιν ὑπῆγον οἱ ἐχθροὶ ὑπὸ τοὺς ἐφόρους, φάμενοί μιν δωροδοκήσαντα οὐκ ἑλεῖν τὸ Ἄργος, παρεὸν εὐπετέως μιν ἑλεῖν. ὁ δέ σφι ἔλεξε, οὔτε εἰ ψευδόμενος οὔτε εἰ ἀληθέα λέγων, ἔχω σαφηνέως εἶπαι, ἔλεξε δ᾽ ὦν φάμενος, ἐπείτε δὴ τὸ τοῦ Ἄργου ἱρὸν εἷλον, δοκέειν οἱ ἐξεληλυθέναι τὸν τοῦ θεοῦ χρησμόν· πρὸς ὦν ταῦτα οὐ δικαιοῦν πειρᾶν τῆς πόλιος, πρίν γε δὴ ἱροῖσι χρήσηται καὶ μάθῃ εἴτε οἱ ὁ θεὸς παραδιδοῖ εἴτε ἐμποδὼν ἕστηκε· 2 καλλιερευμένῳ δὲ ἐν τῷ Ἡραίῳ ἐκ τοῦ ἀγάλματος τῶν στηθέων φλόγα πυρὸς ἐκλάμψαι, μαθεῖν δὲ αὐτὸς οὕτω τὴν ἀτρεκείην, ὅτι οὐκ αἱρέει τὸ Ἄργος· εἰ μὲν γὰρ ἐκ τῆς κεφαλῆς τοῦ ἀγάλματος ἐξέλαμψε, αἱρέειν ἂν κατ᾽ ἄκρης τὴν πόλιν, ἐκ τῶν στηθέων δὲ λάμψαντος πᾶν οἱ πεποιῆσθαι ὅσον ὁ θεὸς ἐβούλετο γενέσθαι. ταῦτα λέγων πιστά τε καὶ οἰκότα ἐδόκεε Σπαρτιήτῃσι λέγειν, καὶ διέφυγε πολλὸν τοὺς διώκοντας.

83 1 Ἄργος δὲ ἀνδρῶν ἐχηρώθη οὕτω ὥστε οἱ δοῦλοι αὐτῶν ἔσχον πάντα τὰ πρήγματα ἄρχοντές τε καὶ διέποντες, ἐς ὃ ἐπήβησαν οἱ τῶν ἀπολομένων παῖδες· ἔπειτα σφέας οὗτοι ἀνακτώμενοι ὀπίσω ἐς ἑωυτοὺς τὸ Ἄργος ἐξέβαλον· ἐξωθεύμενοι δὲ οἱ δοῦλοι μάχῃ ἔσχον Τίρυνθα.2 τέως μὲν δή σφι ἦν ἄρθμια ἐς ἀλλήλους, ἔπειτα δὲ ἐς τοὺς δούλους ἦλθε ἀνὴρ μάντις Κλέανδρος, γένος ἐὼν Φιγαλεὺς ἀπ᾽ Ἀρκαδίης· οὗτος τοὺς δούλους ἀνέγνωσε ἐπιθέσθαι τοῖσι δεσπότῃσι. ἐκ τούτου δὴ πόλεμός σφι ἦν ἐπὶ χρόνον συχνόν, ἐς ὃ δὴ μόγις οἱ Ἀργεῖοι ἐπεκράτησαν.

Παυσανία “Κορινθιακά” (παράγραφος 20)

[8] ὑπὲρ δὲ τὸ θέατρον Ἀφροδίτης ἐστὶν ἱερόν, ἔμπροσθεν δὲ τοῦ ἕδους Τελέσιλλα ἡ ποιήσασα τὰ ᾄσματα ἐπείργασται στήλῃ: καὶ βιβλία μὲν ἐκεῖνα ἔῤῥιπταί οἱ πρὸς τοῖς ποσίν, αὐτὴ δὲ ἐς κράνος ὁρᾷ κατέχουσα τῇ χειρὶ καὶ ἐπιτίθεσθαι τῇ κεφαλῇ μέλλουσα. ἦν δὲ ἡ Τελέσιλλα καὶ ἄλλως ἐν ταῖς γυναιξὶν εὐδόκιμος καὶ μᾶλλον ἐτιμᾶτο ἔτι ἐπὶ τῇ ποιήσει. συμβάντος δὲ Ἀργείοις ἀτυχῆσαι λόγου μειζόνως πρὸς Κλεομένην τὸν Ἀναξανδρίδου καὶ Λακεδαιμονίους, καὶ τῶν μὲν ἐν αὐτῇ πεπτωκότων τῇ μάχῃ, ὅσοι δὲ ἐς τὸ ἄλσος τοῦ Ἄργου κατέφευγον διαφθαρέντων καὶ τούτων, τὰ μὲν πρῶτα ἐξιόντων κατὰ ὁμολογίαν, ὡς δὲ ἔγνωσαν ἀπατώμενοι συγκατακαυθέντων τῷ ἄλσει τῶν λοιπῶν, οὕτω τοὺς Λακεδαιμονίους Κλεομένης ἦγεν ἐπὶ ἔρημον ἀνδρῶν τὸ Ἄργος. [9] Τελέσιλλα δὲ οἰκέτας μὲν καὶ ὅσοι διὰ νεότητα ἢ γῆρας ὅπλα ἀδύνατοι φέρειν ἦσαν, τούτους μὲν πάντας ἀνεβίβασεν ἐπὶ τὸ τεῖχος, αὐτὴ δὲ ὁπόσα ἐν ταῖς οἰκίαις ὑπελείπετο καὶ τὰ ἐκ τῶν ἱερῶν ὅπλα ἀθροίσασα τὰς ἀκμαζούσας ἡλικίᾳ τῶν γυναικῶν ὥπλιζεν, ὁπλίσασα δὲ ἔτασσε κατὰ τοῦτο ᾗ τοὺς πολεμίους προσιόντας ἠπίστατο. ὡς δὲ ἐγίνοντο οἱ Λακεδαιμόνιοι καὶ αἱ γυναῖκες οὔτε τῷ ἀλαλαγμῷ κατεπλάγησαν δεξάμεναί τε ἐμάχοντο ἐῤῥωμένως, ἐνταῦθα οἱ Λακεδαιμόνιοι, φρονήσαντες ὡς καὶ διαφθείρασί σφισι τὰς γυναῖκας ἐπιφθόνως τὸ κατόρθωμα ἕξει καὶ σφαλεῖσι μετὰ ὀνειδῶν γενήσοιτο ἡ συμφορά, ὑπείκουσι ταῖς γυναιξί. [10] πρότερον δὲ ἔτι τὸν ἀγῶνα τοῦτον προεσήμηνεν ἡ Πυθία, καὶ τὸ λόγιον εἴτε ἄλλως εἴτε καὶ ὡς συνεὶς ἐδήλωσεν Ἡρόδοτος:ἀλλ’ ὅταν ἡ θήλεια τὸν ἄῤῥενα νικήσασαἐξελάσῃ καὶ κῦδος ἐν Ἀργείοισιν ἄρηται,πολλὰς Ἀργείων ἀμφιδρυφέας τότε θήσει.

Πηγή