Την Αναστάσιμη ακολουθία Ι.Ν Εισοδίων της Θεοτόκου στην Κηπούπολη τέλεσε με λαμπτότητα  ο…
Πανοσιολογιώτατος Αρχιμανδρίτης Κύριλλος Πάρης. 
Σε κατανυκτική ατμόσφαιρα ο Πανοσιολογιώτατος Αρχιμανδρίτης  το βράδυ του Μεγάλου Σαββάτου έψαλλε το Χριστός Ανέστη κάτω από τον χαρμόσυνο ήχο των κωδωνοκρουσιών. Την Αναστάσιμη Ακολουθία παρακολούθησε πλήθους πιστών.

Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ἡ ἀρχίφωτος σο­φία τοῦ ἀνάρχου Πατρός. Ὁ φῶς οἰκῶν ἀπρόσιτον, ὁ εἰπών ἐκ σκότους φῶς λάμψαι, ὁ εἰπών γενηθήτω φῶς καί ἐγένετο φῶς, Κύριε, ὁ τοῦ φωτός χορηγός, ὁ ἐξαγαγών ἡμᾶς ἀπό τοῦ σκότους τῆς πλάνης καί εἰσαγαγών εἰς τό θαυμαστόν φῶς τῆς σῆς ἐπιγνώσεως, ὁ τήν γῆν μέν πᾶσαν διά τῆς ἐν αὐτῇ ἐνσάρκου παρουσίας σου, τά καταχθόνια δέ διά τῆς εἰς Ἅδην καταβάσεώς σου φωτός πληρώσας καί χαρᾶς, μετά δέ ταῦτα διά τῶν ἁγίων σου ἀποστόλων φῶς καταγγείλας πᾶσι τοῖς ἔθνεσιν.

Εὐχαριστοῦμεν σοι, ὅτι διά τῆς εὐσε­βοῦς πίστεως μετήγαγες ἡμᾶς ἀπό σκότους εἰς φῶς καί γεγόναμεν υἱοί διά τοῦ ἁγίου βαπτίσματος, θεασάμενοι τήν δόξαν σου πλήρη οὖσαν χάριτος καί ἀληθείας· ἀλλ᾿ ὦ φωτοπάροχε Κύριε· ὁ τό μέγα φῶς ὤν, ὁ εἰπών, ὁ λαός ὁ καθήμενος ἐν σκότει.

Δέσποτα Κύριε, τό φῶς τό ἀληθινόν, ὅ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τόν κόσμον· τό μόνον φῶς τοῦ κό­σμου καί φῶς τῆς ζωῆς τῶν ἀνθρώπων, οὗ ἀπό τῆς δόξης ἐπληρώθη τά σύμπαντα, ὅτι φῶς εἰς τόν κό­σμον ἐλήλυθας διά τῆς ἐνσάρκου σου οἰκονομίας, εἰ καί οἱ ἄνθρωποι ἠγάπησαν μᾶλλον τό σκότος ἤ τό φῶς· σύ Κύριε φωτοδότα, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν καί ἀναξίων δούλων σου τῶν τῇ ὥρᾳ ταύτῃ παρισταμένων τῷ παναγίῳ σου καί φωτοφόρῳ τούτῳ τάφῳ καί πρόσδεξαι ἡμᾶς τιμῶντας τά ἄχρα­ντα πάθη σου, τήν παναγίαν σου σταύρωσιν, τόν ἐκούσιον θάνατον καί τήν ἐν τῷ πανσεβάστῳ τούτῳ μνήματι τοῦ τεθεωμένου σου σώματος κατάθεσιν καί ταφήν καί τριήμερον ἐξανάστασιν, ἥν χαρμονικῶς ἤδη ἀρξάμενοι ἑορτάζειν, μνείαν ποιούμεθα καί τῆς ἐν Ἅδου καθόδου σου, δι” ἧς τάς ἐκεῖσε τῶν δικαίων κατεχομένας ψυχάς δεσποτικῶς ἠλευθέρωσας τῇ ἀστραπῆ τῆς σῆς θεότητος φωτός πληρώσας τά κα­ταχθόνια.

Ὅθεν δή ἀγαλλομένῃ καρδίᾳ καί χαρᾷ πνευματικῆ κατά τοῦτο τό ὑπερευλογημένον Σάββατον τά ἐν γῆ καί ὑπό γῆν θεοπρεπῶς τελεσθέντα σοι σωτηριωδέστατα μυστήρια σου ἑορτάζοντες καί σέ τό ὄντως ἱλαρόν καί ἐφετόν φῶς ἐν τοῖς καταχθονίοις θεϊκῶς ἐπιλάμψαν, ἐκ τάφου δέ θεοπρεπῶς ἀναλάμψαν ἀναμιμνησκόμενοι, φωτοφάνειαν ποι­ούμεθα, σοῦ τήν πρός ἡμᾶς συμπαθῶς γενομένην θεοφάνειαν, εἰκονίζοντες· ἐπειδή γάρ τῇ σωτηρίῳ καί φωταυγεί νυκτί πάντα πεπλήρωται φωτός οὐρα­νός τε καί γῆ καί τά καταχθόνια διά τό ὑπερφυές μυστήριον τῆς ἔν Ἅδου καθόδου σου καί τῆς ἐκ Τάφου σου τριημέρου ἀναστάσεως.

Διά τοῦτο, ἐκ τοῦ ἐπί τοῦτον τόν φωτοφόρον σου Τάφον ἐνδελεχῶς καί ἀειφώτως ἐκκαιομένου φωτός εὐλαβῶς λαμβάνοντες διαδιδόαμεν τοῖς πιστεύουσιν εἰς σέ τό ἀληθινόν φῶς καί παρακαλοῦμεν καί δεόμεθά σου, Πανάγιε Δέσποτα, ὅπως ἀναδείξης αὐτό ἁγια­σμοῦ δῶρον καί πάσης θεϊκῆς σου χάριτος πεπληρωμένον, διά τῆς χάριτος τοῦ Παναγίου καί φωτοφόρου Τάφου σου· καί τούς ἀπτομένους εὐλαβῶς αὐτοῦ εὐλογήσῃς καί ἁγιάσῃς, τοῦ σκότους τῶν παθῶν ἐλευθερῶν καί τῶν φωτεινοτάτων σου σκηνῶν κατα­ξίωσῃς, ὅπου φῶς τό ἀνέσπερον τῆς σῆς θεότητος λά­μπει· χάρισαι αὐτοῖς, Κύριε, ὑγίειαν καί εὐζωίαν καί τούς οἴκους αὐτῶν παντός ἀγαθοῦ πλήρωσον.

Ναί, Δέσποτα φωτοπάροχε, ἐπάκουσόν μου τοῦ ἁμαρτωλοῦ ἐν τῇ ὥρᾳ ταύτῃ καί δός ἡμῖν τε καί αὐτοῖς περιπατεῖν ἐν τῷ φωτί σου καί ἐν αὐτῷ μένειν, ἕως τό φῶς τῆς προσκαίρου ζωῆς ἔχομεν. Δός ἡμῖν, Κύριε, ἵνα τό φῶς τῆς προσκαίρου ζωῆς ταύτης ἔχωμεν.

Δός ἡμῖν Κύριε, ἵνα τό φῶς τῶν καλῶν ἔργων ἡμῶν λάμπῃ ἔμπροσθεν τῶν ἀνθρώπων καί δοξάζωσί σε σύν τῷ ἀνάρχῳ σου Πατρί καί τῷ Παναγίῳ Πνεύματι. Εἰς φῶς γάρ ἐθνῶν ἡμᾶς τέθεικας, ἵνα αὐτοῖς τῇ σκοτίᾳ περιπατοῦσι φαίνωμεν. Ἀλλ᾿ ἡμεῖς ἠγαπήσαμεν τό σκότος μᾶλλον ἤ τό φῶς, φαᾶλα πράσσοντες.

Πᾶς γάρ ὁ φαῦλα πράσσων μισεῖ τό φῶς κατά τόν ἀψευδῆ λόγον σου· διά τοῦτο ὁσημέραι προσκόπτομεν ἁμαρτάνοντες, ἐπειδή περιπατοῦμεν ἐν τῇ σκο­τίᾳ. Ἀλλ᾿ ἀξίωσον ἡμᾶς τό ὑπόλοιπον τῆς ζωῆς ἡμῶν βιωτεῦσαι πεφωτισμένους τούς ὀφθαλμούς τῆς διανοίας ἡμῶν. Δός ἡμῖν, ἵνα ὡς τέκνα φωτός περιπατήσωμεν ἐν τῷ φωτί τῶν ἐντολῶν σου· τό τοῦ ἁγίου βα­πτίσματος φωτεινόν ἔνδυμα, ὅπερ διά τῶν ἔργων ἠμαυρώσαμεν, λεύκανον ὡς τό φῶς, ὁ ἀναβαλλόμε­νος τό φῶς ὥσπερ ἱμάτιον.

Δός ἡμῖν ἐνδύσασθαι τά ὅπλα τοῦ φωτός, ἵνα δι᾿ αὐτῶν τόν ἄρχοντα τοῦ σκό­τους τροπούμεθα, ὅς μετασχηματίζεται εἰς ἄγγελον φωτός. Ναί, Κύριε, καί ὡς ἐν ταύτῃ τῇ ἡμέρᾳ τοῖς ἐν σκότει καί σκιᾷ θανάτου καθημένοις φῶς ἔλαμψας, οὕτω σήμερον λάμψον ἐν ταῖς καρδίαις ἡμῶν τό σόν ἀκήρατον φῶς, ἵνα διά τούτου φωτιζόμενοι καί θερμαινόμενοι ἐν τῇ πίστει δοξάζομέν σε τό μό­νον ἐκ μόνου τοῦ άρχιφώτου φωτός ἱλαρόν φῶς εἰς τούς ἀτελευτήτους αἰώνας. Ἀμήν».