Κατά τήν ιη΄ τοῦ Μαρτίου, ἐν ἡμέρᾳ Κυριακῆ, πέντε ἡμέρας πρό τοῦ νομικοῦ Πάσχα, ἐρχόμενος ὁ Ἰησοῦς ἀπό τῆς Βηθανίας εἰς…
Ἱεροσόλυμα, ἀπέστειλε δυό τῶν μαθητῶν αὐτοῦ καί ἔφερον πρός αὐτόν ὀνάριον, καί καθίσας ἐπ’ αὐτοῦ εἰσήρχετο εἰς τήν πόλιν.

Τό δέ ἐν αὐτῇ πλῆθος τοῦ λαοῦ ἀκούσαντες ὅτι ὁ Ἰησοῦς ἔρχεται, λαβόντες εὐθύς εἰς τᾶς χεῖ­ρας αὑτῶν βαΐα τῶν φοινίκων ἐξῆλθον εἰς ὑπάντησιν αὐτοῦ καί ἄλλοι μέν διά τῶν ἑαυτῶν ἱματίων, ἄλλοι δέ κόπτοντες κλάδους ἀπό τῶν δένδρων, ἐστρώννυον τήν ὁδόν, δι’ ἧς ὁ Ἰησοῦς ἔμελλε διέρχεσθαι καί πάντες ὁμοῦ, καί αὐτά ἔτι τά νήπια, προπορευόμενοι καί ἀκολουθοῦντες, ἔκραζον λέγοντες Ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὁ Βασιλεύς τοῦ Ἰσραῆλ.

Καί ταύτην μέν τήν λαμπράν καί ἔνδοξον πανήγυριν τῆς εἰς Ἱερουσαλήμ εἰσόδου του Κυρίου ἡμῶν ἑορτάζομεν σήμερον.

Ἐσήμαινον δέ τά μέν βαΐα, τουτέστιν οἱ ἁπαλοί τῶν φοινίκων κλάδοι, τήν κατά τοῦ διαβόλου καί τοῦ θανάτου νίκην τοῦ Χριστοῦ. Τό δέ Ὡσαννά ἑρμηνεύεται σῶσον παρακαλῶ, ἤ, σῶσον δή. Τό δέ πωλάριον τοῦ ὄνου, καί τό κάθισμα τοῦ Ἰησου ἐπ’ αὐτοῦ, ζῴου ἀδάμαστου ἔτι καί κατά τόν νόμον ἀκαθάρτου, ἐσήμαινε τήν πρώτην ἄκαθαρσιαν καί ἀγριότητα τῶν ἐθνῶν, καί τήν μετά ταῦτα ὑποταγήν αὐτῶν εἰς τόν ἅγιόν του Εὐαγγελίου νόμον.